Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.60 Dem. 58.63 (English) >>Dem. 58.66

58.62οὐ γὰρ δὴ πείσει γʼ ὑμᾶς οὐδεὶς ὡς ἐπιλείψουσιν οἱ τοιοῦτοι ῥήτορες, οὐδʼ ὡς διὰ τοῦτο χεῖρον πόλις οἰκήσεται. τοὐναντίον γάρ ἐστιν, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω· τότε γάρ φασιν ἄριστα πρᾶξαι τὴν πόλιν, ὅτε μέτριοι καὶ σώφρονες ἄνδρες ἐπολιτεύοντο. πότερον γὰρ συμβούλους εὕροι τις ἂν τούτους ἀγαθούς; ἀλλʼ οὐδὲν ἐν τῷ δήμῳ λέγουσιν, ἀλλὰ τοὺς ἐκεῖθεν γραφόμενοι χρήματα λαμβάνουσιν. 58.63 καὶ θαυμάσιόν ἐστιν, ὅτι ζῶντες ἐκ τοῦ συκοφαντεῖν οὔ φασι λαμβάνειν ἀπὸ τῆς πόλεως· καὶ πρὶν προσελθεῖν πρὸς ὑμᾶς οὐδὲν ἔχοντες, νῦν εὐποροῦντες οὐδὲ χάριν ὑμῖν ἔχουσιν, ἀλλὰ περιιόντες λέγουσιν ὡς ἀβέβαιός ἐστιν δῆμος, ὡς δυσχερής, ὡς ἀχάριστος, ὥσπερ ὑμᾶς διὰ τούτους εὐποροῦντας, οὐ τούτους διὰ τὸν δῆμον. ἀλλὰ γὰρ εἰκότως ταῦθʼ οὗτοι λέγουσιν, ὁρῶντες τὴν ὑμετέραν ῥᾳθυμίαν. οὐδένα γὰρ ἀξίως αὐτῶν τῆς πονηρίας τετιμώρησθε, ἀλλʼ ὑπομένετε λεγόντων αὐτῶν ὡς τοῦ δήμου σωτηρία διὰ τῶν γραφομένων καὶ συκοφαντούντων ἐστίν· ὧν γένος ἐξωλέστερον οὐδέν ἐστιν. 58.64τί γὰρ ἄν τις τούτους εὕροι χρησίμους ὄντας τῇ πόλει; τοὺς ἀδικοῦντας νὴ Δίʼ οὗτοι κολάζουσιν, καὶ διὰ τούτους ἐλάττους εἰσὶν ἐκεῖνοι. οὐ δῆτα, ἄνδρες δικασταί, ἀλλὰ καὶ πλείους· εἰδότες γὰρ οἱ κακόν τι βουλόμενοι πράττειν ὅτι τούτοις ἐστὶν ἀπὸ τῶν λημμάτων τὸ μέρος δοτέον, ἐξ ἀνάγκης μείζω προαιροῦνται παρὰ τῶν ἄλλων ἁρπάζειν, ἵνα μὴ μόνον αὑτοῖς, ἀλλὰ καὶ τούτοις ἔχωσιν ἀναλίσκειν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.60 Dem. 58.63 (English) >>Dem. 58.66

Powered by PhiloLogic